Παρασκευή 4 Αυγούστου 2023

Η άφιξη της Θεοτόκου στον Άθω όπως περιγράφεται στα Πάτρια του Αγίου Όρους

Το κείμενο των Πατρίων έχει δημοσιευθεί τόσο από τον Μανουήλ Γεδεών όσο και από τον Σπυρίδωνα Λάμπρο. Ωστόσο, ο Μανουήλ Γεδεών δημοσιεύει το κείμενο από τον κώδικα της μονής Παντοκράτορος 135 του 17ου αιώνα, ενώ ο Σπυρίδων Λάμπρος από τον κώδικα της μονής Διονυσίου 132, επίσης του 17ου αιώνα. Καμία από τις δύο εκδόσεις δεν είναι φιλολογικές, δηλαδή με κριτική έκδοση, και δεν προέρχονται από κάποιο από τα παλαιότερα χειρόγραφα. Για την όσο το δυνατόν μεγαλύτερη ακρίβεια, ακολούθως δίνεται διπλωματική μεταγραφή του κειμένου από τον κώδικα Oxford Lincoln College 29, το παλαιότερο χρονολογημένο ελληνικό χειρόγραφο (1548). Ο κώδικας είναι ο παλαιότερος χρονολογημένος, με το κείμενο των Πατρίων, στα φφ. 202-211v, να φέρει χρονολογία στο τέλος 7056, δηλαδή 1547/48. 

(Πηγή: Νίκος Λιβανός, Οι διηγήσεις με τίτλο "Ἀνάμνησις μερικὴ περὶ τοῦ Ἄθω ὄρους, τὰ λεγόμενα Πάτρια" (BHG 1054u) και η πατριογραφία του Αγίου Όρους, 10ος-17ος αι. Βόλος 2020. Διδακτορική διατριβή)

Ἀνάμνησις μερική, περὶ τοῦ ἁγίου ὄρους | τοῦ Ἄθω· τὰ λεγόμενα Πάτρια.

Μετὰ τὴν φρικτὴν ἀνάστασιν τοῦ μεγάλου Θ(εο)ῦ καὶ | σ(ωτῆ)ρ(ο)ς ἡμῶν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ, ἦσαν ἅπαντες οἱ ἀπόστολοι | ὁμοθυμαδὸν, ἐν τῷ ὑπερόῳ τῆς ἁγί(ας) Σιών, σὺν | Μαριὰμ τῇ μ(ητ)ρὶ τοῦ Κ(υρίο)υ Ἰ(ησο)ῦ. Ἔβαλον οὖν κλήρους | πρὸς ἑαυτοὺς εἰς ἑκάστου τόπου ὄνομα ὁ|ποῖος τοῦ ἀπελθεῖν κηρῦξαι τῶν ἀποστόλ(ων). | Αἰτήσασα καὶ ἡ μ(ήτ)ηρ τοῦ Κ(υρί)ου Ἰ(ησο)ῦ κλῆρον, ὅπως | μηδ’ αὐτὴ εἴη ἄμοιρος· λέγεται δὲ ὅτι

ὑ|π’ αὐτῆς διεδόθησαν οἱ κλήροι. Ὁ δὲ κλῆρος | αὐτῆς, ἔπεσεν εἰς Ἰβερίαν ἀπελθεῖν· ἡ | δ’αὐτῆς, ἀσμένως διεδέξατο· ὅθεν καὶ ἀ|πελθεῖν ἤθελεν. Ἐπέστη δέ, ὁ ἀρχάγγελος Γα|βριήλ, καὶ λέγει αὐτῇ· μὴ χωρίζου παρθένε, | ἐκ τῆς Ἰουδαίας. Ταῦτά σοι κελεύει ὁ ὑπὸ σοῦ | τεχθείς. Ἡ γῆ ἣ σὺ κεκλήρωται, ἐν ὑστέροις | καιροῖς ὑπὸ τοῦ σοῦ προσώπου φωτισθή|σεται, καὶ οὐ δ’αὐτή, ἀκόπως διαμείνῃς. 

| Ὁ δὲ Λάζαρος ὁ τετραήμερος, ἦν ἐν τῇ νήσῳ || Κύπρῳ, διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἐκεῖ | καὶ ποιμὴν ἐχειροτονήθη ὑπὸ Βαρνάβα | τοῦ ἀποστόλου. Ἤθελε καὶ πολλάκις ἀπελθεῖν | τοῦ ἰδεῖν τὴν μ(ητέ)ρα τοῦ Ἰ(ησο)ῦ καὶ οὐκ ἐτόλμα | ἐκ τῶν Ἰουδαίων τῶν ἐν Ἰ(ερουσα)λήμ. Καὶ ἦν ἐν ἀ|δημονίᾳ πολλῇ, ἐπὶ τοῦτο. Γνοῦσα δὲ ἡ | ἁγία Θ(εοτό)κος τὴν αὐτοῦ ἀπαραμύθητον ἀθυμίαν, | ἔγραψε πρὸς αὐτόν, τοῦ ἀποστεῖλαι αὐτῆς | πλοιάριον ἵνα ἀπέλθῃ πρὸς αὐτὸν καὶ ἰδεῖν | ἀλλήλοις. Ὁ δὲ μετὰ πολλῆς περιχαρεί(ας) ἀ|πέστειλεν καὶ εὐτρεπίσας αὐτό. Ἡ δὲ λαβοῦ|σα τὸν ἅγιον Ἰωάννην τὸν παρθένον καὶ εὐα|γγελιστήν, καὶ δῶρα ἃ ἐποίησε διὰ τὸν Λά|ζαρον, ὠμοφόριον, καὶ ἐπιμάνικα. 

Ἐμβάν|τες οὖν εἰς τὸ πλοῖον ἀπέπλευσαν πρὸς | τὴν Κύπρον. Ἀνέμου δὲ πνεύσαντος μεγάλου | ἀπήγαγεν τὸ πλοῖον ἐν τῷ ὄρει τοῦ Ἄθωνος, | εἰς τὸν ἀσκάλωνα, τοῦ Κλήμεντος λεγόμενον. | Τοῦτο δέ, ἦν οἰκονομία θεϊκή, ἵνα μὴ μείνῃ, | μηδ’ αὐτὴ χωρὶς κόπου, κατὰ τὴν τοῦ ἀγγέλου || πρόρρησιν. Τὸ δὲ ὄρος ἦν κατείδωλον. Καὶ | γὰρ ἐκεῖσαι ἦν τὸ ἱερεῖον τοῦ Ἀπόλλωνος. Π(άν)|τες δὲ οἱ Ἕλληνες τῆς οἰκουμένης, τὸ ὄρος τὸ | τοῦ Ἄθω, εἶχον μέγα τε καὶ σεβάσμιον. Κἀκεῖ | προσήρχοντο πανταχόθεν· οἱ μὲν εἰς προσ|κύνησιν τοῦ Ἀπόλλωνος οἱ δὲ διὰ χρησμάτ(ων) | καὶ αἰνιγμάτων. Τοίνυν καὶ ἕκαστος ἀπελάμ|βανε κατὰ τὴν αὐτοῦ δόκησιν. Καὶ ἦν ἐκεῖ|σε πᾶσα μέθοδος καὶ ἐπιστήμη τοῦ διαβόλου. 

| Τότε τοιγαροῦν ἐκ πάντων τῶν εἰδωλίων, | κραυγὴ σὺν βοῇ μεγάλῃ γενομένη τοιάδε: ἄν|δρες οἱ τοῦ Ἀπόλλωνος ἅπαντες πορευ|θέντες εἰς τὸν τοῦ Κλήμεντος λι{μ}μένα καὶ | προσυπαντήσατε τὴν μ(ητέ)ρα τοῦ μεγάλου | Θ(εο)ῦ Ἰ(ησο)ῦ Μαρίαν. Τούτων δὲ θαυμαζόντων, | πάντες συνέδραμον εἰς τὸν ρηθέντα λιμένα | καὶ εὑρόντες τὸ πλοῖον, ἐρώτησαν περὶ | τῆς μ(ητρ)ὸς τοῦ μεγάλου Θ(εο)ῦ. Ἡ δὲ μ(ήτ)ηρ τοῦ Κ(υρίο)υ καὶ | Θ(εο)ῦ καὶ σ(ωτῆ)ρ(ο)ς ἡμῶν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ, ἐφανέρωσεν ἑαυτ(ὴν) | ἀφόβως εἰποῦσα: ἐγὼ εἰμί. Οἱ δὲ λαβόντες || αὐτὴν μετὰ πάντων τῶν ἐν τῷ πλοίῳ, ἀ|πήγαγον ἐν τῷ συναγωγίῳ ἑαυτῶν μετὰ δέους | πολλοῦ, καὶ σεβάσματος. 

Ἐπερωτήσαντ(ες) | αὐτήν, πῶς ἐκύησεν τὸν μεγάλον Θεὸν εἰπόντ(ες) | φράσον ἡμῖν περὶ τούτου. Ἡ δέ, ἀνοίξασα | τὸ μακάριον στόμα αὐτῆς, ἅπαντα διεξήει | τὰ γενόμενα ἐπαυτῆς. Καὶ σημεῖα οὐκ ὀλίγα, | ἐν αὐτοῖς ἐποίησεν. Εὐαγγελίσατο ἅπαν(τας) | καὶ πάντες προσεκύνησαν τῷ | Θ(ε)ῷ τῷ τεχθέντι ἐξ αὐτῆς. Καὶ κατηχήσας | αὐτοὺς σὺν αὐτῇ, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Π(ατ)ρ(ὸ)ς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πν(εύματο)ς. | Τούτων καὶ ποιμένα ἐχειροτόνησεν Κλήμεν|τά τινα τοὔνομα. Ἐχάρην δέ, ἡ ἁγία Θ(εοτό)κος | χαρὰν μεγάλην καὶ ἠγαλλιάσατο τῷ πν(εύματ)ι, ἐπὶ | πάντων τῶν γινομένων. 

Καὶ εἶπεν: τοῦτο | γὰρ τὸ ὄρος, ἐδόθη μοι εἰς κλῆρον ἐμόν, παρὰ | τοῦ υἱοῦ καὶ Θ(εο)ῦ μου· καὶ εὐχαριστῶ αὐτόν | ὅτι οὐκ εἴασέ με ἄμοιρον. Προσηύξατο τοί|νυν ἐπὶ τοῦ τόπου καὶ κλήρου αὐτῆς εἰποῦσα: || υἱέ μου καὶ Θ(ε)έ, εὐλόγησον τὸν τόπον τοῦτον, | καὶ ἔκχεον τὸ ἔλεός σου ἐπ’ αὐτὸν ἕως τῆς | συντελείας τοῦ αἰῶνος, καὶ ἐπὶ τοὺς κατοικοῦν|τας ἐν αὐτῷ, διὰ τὸ ὄνομά σου καὶ διὰ τὸ ἐμὸν ὄνομα. Διὰ μικροῦ κόπου καὶ ἀγῶνος, | ἄφες τὰ πλημμελήματα αὐτῶν καὶ ἀπά|λλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως. Ἔμ|πλησον αὐτοὺς παντός ἀγαθοῦ ἐν τῷ νῦν | αἰῶνι, καὶ ζωὴν ἐν τῷ μέλλοντι. Καὶ δόξασο(ν) | τὸν τόπον τοῦτον, ὑπὲρ παντὸς τόπου. | Καὶ πλάτυνον τὰ σκηνώματα ἐν αὐτῷ ἀπ’ ἄ|κρου ἕως ἄκρον αὐτοῦ, καὶ ἀπὸ βοῤῥὰν καὶ | νότου. Καὶ σῶσον αὐτόν, ἀπὸ παντὸς πειρα|τηρίου, ἐκ τῶν ὁρατῶν, καὶ ἀοράτων ἐ|χθρῶν. Φωνὴ δὲ οὐ(ρα)νόθεν, ἀπεκρίθη αὐτῇ: | ἔσται σοι οὕτως ὡς προσηύξω, ἐάνπερ καὶ | αὐτοὶ τὸν σ(ωτή)ριον νόμον φυλάξωσιν

Εὐχα|ριστήσασα δὲ τῷ Θεῷ ἐπὶ πάντων, καὶ εὐλό|γησε τὸν τόπον, καὶ τὸν λαόν. Εἰσελθοῦσα | τοίνυν εἰς τὸ πλοῖον, καὶ πρὸς τὴν Κύπρον || παραπλεῦσαι ὅρμησαν. Ὁ δὲ Λάζαρος ἐ|ν ἀγωνίᾳ ἦν καὶ ἀδημονίᾳ πολλῇ περὶ τῆς | ἁγίας Θ(εοτό)κου καὶ τοῦ πλοίου καὶ τῶν ἐν αὐτῷ | ἀν(θρώπ)ων νομίζοντος αὐτοῦ ὅτι ἐναυάγησαν, | καὶ ἀπαρακλήτως ἐθρήνει τὴν συμφοράν. | Τὸ μὲν πλοῖον προσέγγισε τὴν Κύπρον, καὶ | τῇ χέρσῳ. Ἀνέβησάν τε εὐθὺς καὶ ἀπῆλθον | πρὸς τὸν Λάζαρον. Ὁ δὲ Λάζαρος, ἀθρόως | ἰδὼν αὐτούς, ἐξέστη. Ἡ δὲ μ(ήτ)ηρ τοῦ Ἰ(ησο)ῦ, τὴν | λύπην αὐτοῦ, εἰς χαρὰν μετέβαλεν. Δοῦσα | δὲ αὐτῷ, καὶ τὰ δῶρα: τὸ ὠμοφόριον, καὶ | τὰ ὑπομάνικα, ἃ ἐκ τῆς Ἰ(ερουσα)λήμ ἐκόμισεν, | καθῶσπερ ἀπ᾽ ἀρχῆς ἐδηλώσαμεν. Καὶ πάντα | ἐσαφήνισεν αὐτῷ, τὰ ἐν τῷ Ἀθω γενόμενα. | Ἐχάρησάν τε ὡς θέμις ἀλλήλοις, καὶ τὸν Θ(εὸ)ν | δοξάσαντες ἀνεχώρησαν. 

Ἀπέστειλαν αὐτήν, | πάλιν μετὰ πλοίου εἰς τὸ πέραν, καθῶς | ἡ τοῦ δικαίου Λαζάρου, ἱστορία δηλεῖ. | Ἔζησεν οὖν ἡ ὑπεραγία Θ(εοτό)κος, ἐν τῇ ἀν(θρωπ)ότητι | οὕτως: ἐν τῷ ναῷ Κ(υρίο)υ, ἔτη δεκατέσσαρα· || ἐν τῷ οἴκῳ Ἰωσὴφ μῆνας δεκατρεῖς, καὶ εὐη|γγελίσθη καὶ ἔτεκεν τὸν Κ(ύριο)ν ἡμῶν Ἰ(ησοῦ)ν Χ(ριστό)ν, ὁμοῦ | ἔτη δεκαπέντε καὶ μῆνας εἷς· καὶ ἐπὶ τῆς τοῦ | Κ(υρίο)υ ἐναν(θρωπή)σεως, ἔτη τριάκοντα τρία· καὶ | μετὰ τὴν ἀνάληψιν, ἔτη ἔνδεκα· ἐν τῷ οἴ|κῳ τοῦ εὐαγγελιστοῦ Ἰωάννου, ὁμοῦ ἔτη | πενῆντα ἐννέα· καὶ μετέστη εἰς οὐ(ρα)νοὺς πρ(ὸς) Κ(ύριο)ν. 

| Περὶ τοῦ Ἄθωνος ὄρους, γράφει καὶ ὁ Ἰωάννης | ὁ εὐαγγελιστὴς εἰς τὴν Ἀποκάλυψιν αὐτοῦ οὕτως: | καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ | ἀετοῦ τοῦ μεγάλου, ἵνα πέταται εἰς τὴν ἔ|ρημον, εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφητε | ἐκεῖ καιρόν, καὶ καιροὺς ἀπὸ προσώπου τοῦ | ὄφεως. Ἑρμη(νεία), Παλαιὰ καὶ Νέα Διαθήκη. | Ἐδόθησαν οὖν τῇ ἁγίᾳ Ἐκκλησίᾳ δύο γραφαὶ | Θ(εο)ῦ τοῦ τρισυποστάτου, ἵνα ὑμνεῖται ὀρ|θῶς εἰς ἐκείνην τὴν ἔρημον, ὅπερ καὶ εὑροῦ|σα ἄνεσιν ἀπὸ τῶν αἱρετικῶν, καὶ κρατή|σει ἐκεῖσαι καλῶς, ἤγουν τὰ ἀρχαία καὶ τὰ μέσα, | καὶ τὰ ἐσύστερον, ὑπὸ τῶν ζιζανίων τοῦ ἐχθροῦ. || Πολλοί τινες τῶν ἁγίων εἰρήκασιν, ὅτι ταῦτα | ἐν τῇ ἐρήμῳ τοῦ Ἄθω φυλαχθήσον(ται), τὰ παρὰ τοῦ | Ἰω(άννο)υ λεχθέντα, καὶ οὕτως ἔχει τὸ ἀληθές. Καὶ | ταῦτα μὲν περὶ τούτου. 

| Ἐν δὲ ταῖς ἡμέραις τοῦ μεγάλου βασιλέως Κωνσταντίνου γυ|νή τις εὐλαβὴς εἰς ἄκρον ἐν ἀσκήσει, καὶ ἐν ὀρ|θοδόξῳ πίστει διαλάμψασα, Μαρία ὀνόματι, | ἀπηνέχθη αἰχμάλωτος εἰς Ἰβερίαν, καὶ ὑ|π’ αὐτῆς ἦλθον εἰς θεογνωσίαν οἱ Ἴβηρες, κατὰ | τὴν τοῦ ἀγγέλου πρὸς τὴν Παρθένον πρόσρησιν | ὅτι τὴν γῆν ἣν ἄν σοι ὁ κλῆρος κεκλήρωται | ὕστερον ὑπὸ τοῦ σοῦ προσώπου φωτισθή|σεται, ὃ καὶ γέγονεν ὑπὸ τοῦ μεγ(άλου) Κωνσταντίνου. 

| Ὁ δὲ μέγας Κωνσταντῖνος, ἐν τῷ τοῦ Ἄθω ὄρει, | ἀνήγειρεν τρεῖς ναοὺς μεγίστους ἐπ’ ὀνόματι | τῆς κοιμήσεως τῆς ὑπεραγί(ας) δεσποίνης ἡμῶν | Θ(εοτό)κου. Ἕνα μέν, ἐν τῷ τοῦ Κλήμεντος λιμένι, | δεύτερον δέ, ἐν τῷ συντακτικῷ, τρίτον δὲ ὅπου καὶ εἰσῆλθεν ἡ ἁγία Θ(εοτό)κος ἐν τῷ πλοίῳ. | Καὶ μοναχοὺς ἐγκατοικίσας ἐν αὐτοῖς παρά||δεισον τῆς Θ(εοτό)κου ἐπωνόμασεν. Καὶ τὸ ὄρος προ|στάξας πανταχόθεν λέγεσθαι ἅγιον, καὶ τὴν | πόλιν τοῦ Ἀπόλλωνος, μετωνόμασεν Ἱερισ(σὸν) καὶ πάντα θεαρέστως ἐν βίῳ καὶ λόγῳ πρεπόν|τως ἐποίησεν. Μετὰ δὲ τὴν ἀποβίωσιν αὐτοῦ, | καὶ τῶν υἱῶν αὐτοῦ, ἔλαβε τὴν βασιλείαν Ἰου|λιανὸς ὁ παραβάτης, καὶ οὐ πο{λ}λὺ τῷ ἐν μέσῳ, | ἀνέστη μετὰ μεγάλου θυμοῦ πρὸς τοὺς Χριστι|ανούς, καὶ τὰ παρὰ τοῦ μεγάλου Κωνσταντίνου | οἰκοδομηθέντα εὐκτήρια ἐν τῷ Ἄθῳ Ὄρει π(άν)|τα ἐξηφάνισεν ἕως ἐδάφους τῆς γῆς. | 

Βλ. επίσης: 

1 σχόλιο:

  1. Εάν θέλετε διορθώστε στην ιστοσελίδα σας: https://athoslibrary.blogspot.com/search/label/%CE%A6%CE%B9%CE%BB%CE%BF%CE%BA%CE%B1%CE%BB%CE%AF%CE%B1%20%CF%84%CF%89%CE%BD%20%CE%99%CE%B5%CF%81%CF%8E%CE%BD%20%CE%9D%CE%B7%CF%80%CF%84%CE%B9%CE%BA%CF%8E%CE%BD.%20%20%CE%98%CE%B5%CF%83%CF%83%CE%B1%CE%BB%CE%BF%CE%BD%CE%AF%CE%BA%CE%B7%201986, στο άρθρο Φιλοκαλία των Ιερών Νηπτικών, (μετάφραση Αντώνιος Γαλίτης), Θεσσαλονίκη 1986, τους συνδέσμους (λινκς) που δεν είναι πια ενεργοί και αντικαταστάθηκαν με αυτούς εδώ: https://wordpress.com/view/greekdownloads.wordpress.com.

    Ευχαριστούμε πολύ.

    ΑπάντησηΔιαγραφή